Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.156 Dem. 20.159 (English) >>Dem. 20.162

20.158ἐν τοίνυν τοῖς περὶ τούτων νόμοις Δράκων φοβερὸν κατασκευάζων καὶ δεινὸν τό τινʼ αὐτόχειρʼ ἄλλον ἄλλου γίγνεσθαι, καὶ γράφων χέρνιβος εἴργεσθαι τὸν ἀνδροφόνον, σπονδῶν, κρατήρων, ἱερῶν, ἀγορᾶς, πάντα τἄλλα διελθὼν οἷς μάλιστʼ ἄν τινας ᾤετʼ ἐπισχεῖν τοῦ τοιοῦτόν τι ποιεῖν, ὅμως οὐκ ἀφείλετο τὴν τοῦ δικαίου τάξιν, ἀλλʼ ἔθηκεν ἐφʼ οἷς ἐξεῖναι ἀποκτιννύναι, κἂν οὕτω τις δράσῃ, καθαρὸν διώρισεν εἶναι. εἶτʼ ἀποκτεῖναι μὲν δικαίως ἔν γε τοῖς παρʼ ὑμῖν νόμοις ἐξέσται, χάριν δʼ ἀπαιτεῖν οὔτε δικαίως οὔθʼ ὁπωσοῦν διὰ τὸν τούτου νόμον; 20.159μηδαμῶς, ἄνδρες Ἀθηναῖοι· μὴ βούλεσθε δοκεῖν πλείω πεποιῆσθαι σπουδὴν ὅπως μηδενὶ τῶν εὖ τι ποιούντων ὑμᾶς χάριν ἐξέσται κομίσασθαι ὅπως μηδεὶς φόνος ἐν τῇ πόλει γενήσεται· ἀλλʼ ἀναμνησθέντες τῶν καιρῶν, παρʼ οὓς εὖ πεπονθότες εὖ πεποιήκατε τοὺς εὑρομένους, καὶ τῆς Δημοφάντου στήλης περὶ ἧς εἶπε Φορμίων, ἐν γέγραπται καὶ ὀμώμοται, ἄν τις ἀμύνων τι πάθῃ τῇ δημοκρατίᾳ, τὰς αὐτὰς δώσειν δωρειὰς ἅσπερ Ἁρμοδίῳ καὶ Ἀριστογείτονι, καταψηφίσασθε τοῦ νόμου. οὐ γὰρ ἔνεστʼ εὐορκεῖν, εἰ μὴ τοῦτο ποιήσετε.

20.160παρὰ πάντα δὲ ταῦτʼ ἐκεῖνʼ ἔτʼ ἀκούσατέ μου. οὐκ ἔνι τοῦτον ἔχειν καλῶς τὸν νόμον, ὃς περὶ τῶν παρεληλυθότων καὶ τῶν μελλόντων ταὐτὰ λέγει. “μηδένʼ εἶναίφησινἀτελῆ πλὴν τῶν ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος.” καλῶς. “μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι.” μηδʼ ἂν τοιοῦτοί τινες γένωνται, Λεπτίνη; εἰ τὰ πρὸ τοῦ κατεμέμφου, τί;μὴ καὶ τὰ μέλλοντʼ ᾔδεις;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.156 Dem. 20.159 (English) >>Dem. 20.162

Powered by PhiloLogic